TLG 2475 002 :: MENECRATES :: Fragmentum Fragmentum Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 345. Fr. 1 Citation: Fragment — (line) | ||
t8 | ΠΕΡΙ ΝΙΚΑΙΑΣ. | |
8 | Plutarch. Thes. c. 26: Μενεκράτης δέ τις, ἱστορίαν περὶ Νικαίας τῆς ἐν Βιθυνίᾳ πόλεως ἐκδεδωκὼς, Θησέα φησὶ τὴν Ἀντιόπην ἔχοντα διατρῖψαι περὶ τούτους τοὺς τόπους· τυγχάνειν δὲ συ‐ | |
5 | στρατεύοντας αὐτῷ τρεῖς νεανίσκους ἐξ Ἀθηνῶν, ἀδελ‐ φοὺς ἀλλήλων, Εὔνεων καὶ Θόαντα καὶ Σολόεντα. Τοῦτον οὖν ἐρῶντα τῆς Ἀντιόπης, καὶ λανθάνοντα τοὺς ἄλλους, ἐξειπεῖν πρὸς ἕνα τῶν συνήθων· ἐκείνου δὲ περὶ τούτων ἐντυχόντος τῇ Ἀντιόπῃ, τὴν μὲν τὴν πεῖραν | |
---|---|---|
10 | ἰσχυρῶς ἀποτρίψασθαι, τὸ δὲ πρᾶγμα σωφρόνως ἅμα καὶ πρᾴως ἐνεγκεῖν, καὶ πρὸς τὸν Θησέα μὴ κατηγο‐ ρῆσαι. Τοῦ δὲ Σολόεντος, ὡς ἀπέγνω, ῥίψαντος ἑαυτὸν εἰς ποταμόν τινα καὶ διαφθαρέντος, ᾐσθημένον τότε τὴν αἰτίαν καὶ τὸ πάθος τοῦ νεανίσκου τὸν Θησέα βαρέως | |
15 | ἐνεγκεῖν, καὶ δυσφοροῦντα λόγιόν τι πυθόχρηστον ἀνε‐ νεγκεῖν πρὸς ἑαυτόν· εἶναι γὰρ αὐτῷ προστεταγμένον ἐν Δελφοῖς ὑπὸ τῆς Πυθίας, ὅταν ἐπὶ ξένης ἀνιαθῇ μάλιστα καὶ περίλυπος γένηται, πόλιν ἐκεῖ κτίσαι, καὶ τῶν ἀμφ’ αὑτὸν τινὰς ἡγεμόνας καταλιπεῖν. Ἐκ δὲ | |
20 | τούτου τὴν μὲν πόλιν, ἣν ἔκτισεν, ἀπὸ τοῦ θεοῦ Πυθό‐ πολιν προσαγορεῦσαι· Σολόεντα δὲ τὸν πλησίον ποτα‐ μὸν ἐπὶ τιμῇ τοῦ νεανίσκου. Καταλιπεῖν δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οἷον ἐπιστάτας καὶ νομοθέτας, καὶ σὺν αὐτοῖς Ἕρμον, ἄνδρα τῶν Ἀθήνησιν Εὐπατριδῶν· | |
25 | ἀφ’ οὗ καὶ τόπον Ἑρμοῦ καλεῖν οἰκίαν τοὺς Πυθοπολί‐ τας οὐκ ὀρθῶς τὴν δευτέραν συλλαβὴν περισπῶντας καὶ | |
τὴν δόξαν ἐπὶ θεὸν ἀπὸ ἥρωος μετατιθέντας. | 345 |